Τὴν πεντάχορδον λύραν. An idiomelon in mode 4 for the five martyrs Eustratios, Auxentios, Eugenios,... Read more
Τὴν πεντάχορδον λύραν. An idiomelon in mode 4 for the five martyrs Eustratios, Auxentios, Eugenios, Mardarios and Orestes (13 December). The five saints are likened to a five-stringed lyre and a five-branched lamp.

Greek text
Τὴν πεντάχορδον λύραν, καὶ πεντάφωτον λυχνίαν, τῆς τοῦ Θεοῦ Ἐκκλησίας, τοὺς θεοφόρους Μάρτυρας, φερωνύμως ὑμνήσωμεν, καὶ εὐσεβῶς ἐγκωμιάσωμεν·
Χαίροις, ὁ καλῶς ὑπὸ Θεοῦ στρατευθείς, ἐν τῇ ἐπουρανίῳ στρατιᾷ, καὶ τῷ στρατολογήσαντι ἀρέσας, ὁ ἐν ῥήτορσι ῥήτωρ, Εὐστράτιε θεόσοφε.
Χαίροις, ὁ τὸ τάλαντον, τὸ ἐκ Θεοῦ σοι πιστευθέν, ἐπαυξήσας εἰς πλῆθος, Αὐξέντιε Μακάριε.
Χαίροις, ὁ τερπνότατος ὄρπηξ, τῆς θεϊκῆς εὐγενείας, Εὐγένιε θεόφρον·
Χαίροις, ὁ ὡραῖος τῇ μορφῇ, τῇ δὲ γνώμῃ ὑπέρκαλος, καὶ ἀμφοτεροδέξιος, ὁ ἐν τοῖς ὄρεσιν ἐνδιαιτώμενος ὅλος, πανόλβιε Ὀρέστα.
Χαίροις, ὁ στίλβων καὶ διαυγὴς μαργαρίτης, ὁ τὰς βασάνους τὰς πικράς, χαρμονικῶς ὑπομείνας, Μαρδάριε ἀήττητε.
Χαίροις, ὁ ἰσάριθμος χορὸς τῶν φρονίμων Παρθένων, οὓς καθικετεύομεν, πάσης ὀργῆς καὶ θλίψεως λυτρώσασθαι, καὶ τῆς ἀφράστου ὑμῶν δόξης, συμμετόχους ποιῆσαι, τοὺς τὴν ἐτήσιον ὑμῶν, μνήμην γεραίροντας.

Close
Kathrin Feldmann (alto, mezzo-coprano), Sigrid Hausen (mezzo-soprano), Sarah M. Newman (soprano), Michael Popp (instruments).Read moreCollapse
Kathrin Feldmann (alto, mezzo-coprano), Sigrid Hausen (mezzo-soprano), Sarah M. Newman (soprano), Michael Popp (instruments).
 
     
Contact us: classicmusicarchive@gmail.com